Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 5

 
Ζηνὸς ἐρισφαράγου 20
 
θαρσεῖ κρατερᾷ πίσυνος
 
ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι-
 
χες λιγύφθογγοι φόβῳ·
 
οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
 
οὐδʼ ἁλὸς ἀκαμάτας 25
 
δυσπαίπαλα κύματα· νωμᾶ-
 
ται δʼ ἐν ἀτρύτῳ χάει
 
λεπτότριχα σὺν ζεφύρου πνοι-
 
αῖσιν ἔθειραν ἀρίγνω-
 
τος μετʼ ἀνθρώποις ἰδεῖν· 30
 
τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
 
ὑμετέραν ἀρετὰν
 
ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας
 
χαλκεοστέρνου τʼ Ἄρηος,
 
Δεινομένευς ἀγέρω- 35
 
χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
 
ξανθότριχα μὲν Φερένικον
 
Ἀλφεὸν παρʼ εὐρυδίναν
 
πῶλον ἀελλοδρόμαν
← Önceki Şiir 5 · 2 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme