Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 5

 
τόν τʼ ἀκαμαντορόαν 180
 
Ἀλφ εό ν, Πέλοπός τε βίαν,
 
καὶ Πίσαν, ἔνθʼ ὁ κλεεννὸς
 
ποσσὶ νικάσας δρόμῳ
 
ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ-
 
σας Ἱέρωνι φέρων 185
 
εὐδ]αιμονίας πέταλον.
 
χρὴ δʼ ἀλαθείας χάριν
 
αἰνεῖν, φθόνον ἀμφοτέραισιν
 
χερσὶν ἀπωσάμενον,
 
εἴ τις εὖ πράσσοι βροτῶν. 190
 
Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν
 
Ἡσίοδος πρόπολος
 
Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ
 
καὶ βροτῶν φήμαν ἕπ[εσθαι.
 
πείθομαι εὐμαρέως 195
 
εὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας
 
πέμπειν Ἱέρωνι· τόθεν γὰρ
 
πυθμένες θάλλουσιν ἐσθλ[ῶν,
 
τοὺς ὁ μεγιστοπάτωρ
← Önceki Şiir 5 · 10 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme