Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 3

 
μοῦνον ἁλίου φάος, 80
 
χὥτι πεντήκοντʼ ἔτ εα
 
ζωὰν βαθύπλουτον τελεῖς.
 
ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ
 
κερδέων ὑπέρτατον.
 
φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲν 85
 
αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου
 
οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός·
 
ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]έντα
 
γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι
 
ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει 90
 
βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ
 
Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δʼ ὄλβου
 
κάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖς
 
ἄνθεα· πράξα[ντι] δʼ εὖ
 
οὐ φέρει κόσμον σιω- 95
 
πά· σὺν δʼ ἀλαθείᾳ καλῶν
 
καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
 
Κηΐας ἀηδόνος.
← Önceki Şiir 3 · 5 / 5 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme