Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 3

 
σὺν τανισφύροις κατένασσε κούραις 60
 
δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.
 
ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
 
ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς,
 
ὦ μεγαίνητε Ἱέρων, θελήσει
 
φάμ]εν σέο πλείονα χρυσὸν 65
 
Λοξί]ᾳ πέμψαι βροτῶν.
 
εὖ λέγ]ειν πάρεστιν, ὅσ-
 
τις μὴ φθόνῳ πιαίνεται,
 
θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον,
 
τεθμ]ίου σκᾶπτρον Διὸς 70
 
ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·
 
ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων
 
ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι.
 
καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών·
 
δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν 75
 
ἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλων
 
ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι·
 
θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
 
γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι
← Önceki Şiir 3 · 4 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme