Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 13

 
δινᾶντος Αἴγινʼ ἠπιόφρον,
 
ἦ τοι μεγάλαν [Κρονίδας
 
ἔδωκε τιμὰν 80
 
ἐν πάντεσσιν [ἀγῶσιν,,
 
πυρσὸν ὣς Ἕλλ[ασι ¯×
 
φαίνων· τό γε σὸ[ν κλέος αἰ]νεῖ
 
καί τις ὑψαυχὴς κό[ρα,
 
¯¯˘˘¯˘˘ ραν 85
 
πόδεσσι ταρφ έω [ς,
 
ἠΰτε νεβρὸς ἀπενθής,
 
ἀνθεμόεντας ἐπʼ [ὄχθους
 
κοῦφα σὺν ἀγχιδό[μοις
 
θρῴσκουσʼ ἀγακλειτα[ῖς ἑταίραις· 90
 
ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έων
 
ἀνθ έω ν δόνακός τʼ ἐ[πιχω-
 
ρίαν ἄθυρσιν
 
παρθένοι μέλπουσι τ[εὸν κράτος], ὦ
 
δέσποινα παγξε[ίνου χθονός, 95
 
Ἐνδαΐδα τε ῥοδό[παχυν,
 
ἃ τ[ὸν ἱππευτὰ]ν ἔτ[ικτε Πηλέα
← Önceki Şiir 13 · 3 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme