Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 11

 
ναῖον κλυτὸν ἱππόβοτον 80
 
Ἄργος ἥρωες περικλειτοὶ λιπόντες.
 
ἔνθεν ἀπεσσύμεναι
 
Προίτου κυανοπλόκαμοι
 
φεῦγον ἄδματοι θύγατρες,
 
τὸν δʼ εἷλεν ἄχος κραδίαν, ξεί- 85
 
να τέ νιν πλᾶξεν μέριμνα·
 
δοίαξε δὲ φάσγανον ἄμ-
 
φακες ἐν στέρνοισι πᾶξαι.
 
ἀλλά νιν αἰχμοφόροι
 
μύθοισί τε μειλιχίοις 90
 
καὶ βίᾳ χειρῶν κάτεχον.
 
τρισκαίδεκα μὲν τελέους
 
μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν
 
φεῦγόν τε κατʼ Ἀρκαδίαν
 
μηλοτρόφον· ἀλλʼ ὅτε δὴ 95
 
Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,
 
ἔνθεν χρόα νιψάμενος φοι-
 
νικο[κραδέμνοι]ο Λατοῦς
 
κίκλ[ῃσκε θύγατρα] βοῶπιν,
← Önceki Şiir 11 · 5 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme