Thesauros Literature Lyric Poetry Ἐπίνικοι

Ἐπίνικοι

Ἐπίνικοι Bacchylides

Şiir 11

 
Κίρρας ἔπεσον κρατερᾶς 20
 
ἦρα παννίκοιο πάλας·
 
οὐκ εἶδέ νιν ἀέλιος
 
κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
 
φάσω δὲ καὶ ἐν ζαθέοις
 
ἁγνοῦ Πέλοπος δαπέδοις 25
 
Ἀλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθον
 
εἰ μή τις ἀπέτραπεν ὀρθᾶς,
 
παγξένῳ χαίταν ἐλαίᾳ
 
γλαυκᾷ στεφανωσάμενον
 
πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι. 30
 
[οὔ τι δόλος κακόφρων]
 
παῖδʼ ἐν χθονὶ καλλιχόρῳ
 
ποικίλαις τέχναις πέλασσεν·
 
ἀλλʼ ἢ θεὸς αἴτιος, ἢ
 
γνῶμαι πολύπλαγκτοι βροτῶν 35
 
ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.
 
νῦν δʼ Ἄρτεμις ἀγροτέρα
 
χρυσαλάκατος λιπαρὰν
 
ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε.
← Önceki Şiir 11 · 2 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme