Şiir 10
εὐθὺς ἔνδειξ]ας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν·
20
δεύτερον δʼ οὔ]ροισιν ἔπι σταδίου,
θερμ[ὰν ἔτι] πνέων ἄελλαν,
ἔστα[· βρέχω]ϝ̣ δʼ ᾆξʼ αὖτε θατήρων ἐλαίῳ
φάρε[ʼ ἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον,
κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν
δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-
λων [ἀεθλάρχ]ων προφᾶται·
δὶς δʼ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν
βωμό[ν· ἁ κλει]νά τε Θήβα
30
τʼ Ἄργο[ς Σικυώ]ν τε κατʼ αἶσαν·
οἵ τε Π[ελλάν]αν νέμονται,
ἀμφί τʼ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θʼ ἱερὰν
νᾶσο[ν Αἴγιν]αν. ματεύει
35
δʼ ἄλλ[ος ἀλλοί]αν κέλευθον,
ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας
τεύξεται. μυρίαι δʼ ἀνδρῶν ἐπιστᾶμαι πέλονται·
ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς