Thesauros Literature Lyric Poetry Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 7

 
ὅ τι τερπνὸν ἐφάμερον διώκων 40
 
ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
 
αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·
 
δαίμων δʼ ἄϊσος· τὰ μακρὰ δʼ εἴ τις
 
παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος
 
δεσπόταν ἐθέλοντʼ ἐς οὐρανοῦ σταθμοὺς 45
 
ἐλθεῖν μεθʼ ὁμάγυριν Βελλεροφόνταν
 
Ζηνός· τὸ δὲ πὰρ δίκαν
 
γλυκὺ πικροτάτα μένει τελευτά.
 
ἄμμι δʼ, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
 
τεαῖσιν ἁμίλλαισιν 50
 
εὐανθέα καὶ Πυθόϊ στέφανον.
← Önceki Şiir 7 · 3 / 3 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme