Thesauros Literature Lyric Poetry Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 7

 
ιστημιαν 7 ΣΤΡΕΨΙΑΔΗι ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ
 
τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,
 
καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
 
εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον
 
Δαμάτερος ἁνίκʼ εὐρυχαίταν
 
ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν, 5
 
ὁπότʼ Ἀμφιτρύωνος ἐν θυρέτροις
 
σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
 
ἢ ὅτʼ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
 
ἢ ὅτʼ ἀμφʼ Ἰόλαον ἱππόμητιν;
 
ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν 10
 
μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
 
ἢ Δωρίδʼ ἀποικίαν οὕνεκεν ὀρθῷ
 
ἔστασας ἐπὶ σφυρῷ
 
Λακεδαιμονίων, ἕλον δʼ Ἀμύκλας
 
Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις; 15
 
ἀλλὰ παλαιὰ γὰρ
 
εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
 
ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
 
κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
← Önceki bölüm Şiir 7 · 1 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme