Thesauros Literature Lyric Poetry Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 5

 
οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται· 20
 
σὺν Χάρισιν δʼ ἔμολον Λάμπωνος υἱοῖς
 
τάνδʼ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
 
θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
 
μὴ φθόνει κόμπον τὸν ἐοικότʼ ἀοιδᾷ
 
κιρνάμεν ἀντὶ πόνων. 25
 
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
 
λόγον ἐκέρδαναν, κλέονται δʼ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς
 
μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς
 
Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·
 
ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς 30
 
Οἰνεΐδαι κρατεροί,
 
ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος
 
γέρας ἔχει, Περσεὺς δʼ ἐν Ἄργει, Κάστορος δʼ αἰχμὰ Πολυδεύκ εο ς τʼ ἐπʼ Εὐρώτα ῥεέθροις.
 
ἀλλʼ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ
 
Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις 35
 
δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
 
Ἡρακλῆϊ πρότερον,
 
καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν·
 
λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,
← Önceki Şiir 5 · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme