Thesauros Literature Lyric Poetry Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι

Ἰσθμιονῖκαι Pindar

Şiir 1

 
ιστημιαν 1 ΗΡΟΔΟΤῼ ΘΗΒΑΙῼ ΑΡΜΑΤΙ
 
μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,
 
πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον
 
θήσομαι. μή μοι κραναὰ νεμεσάσαι
 
Δᾶλος, ἐν ᾇ κέχυμαι.
 
τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς; 5
 
εἶξον, Ὠπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,
 
καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων
 
ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις
 
ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ
 
δειράδʼ· ἐπεὶ στεφάνους 10
 
ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,
 
καλλίνικον πατρίδι κῦδος. ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν
 
παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.
 
ἀλλʼ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας,
 
ἁνία τʼ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντʼ ἐθέλω 15
 
ἢ Καστορείῳ ἢ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ.
 
κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι·
 
ἔν τʼ ἀέθλοισι θίγον πλείστων ἀγώνων,
 
καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον
Şiir 1 · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme