Thesauros Literature Lyric Poetry Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 4

 
ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων, 60
 
καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν·
 
πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων
 
ὄνυχας ὀξυτάτους ἀκμὰν
 
τε δεινοτάτων σχάσαις ὀδόντων
 
ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων, 65
 
εἶδεν δʼ εὔκυκλον ἕδραν,
 
τᾶς οὐρανοῦ βασιλῆες πόντου τʼ ἐφεζόμενοι
 
δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
 
Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε
 
αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός· 70
 
ἄπορα γὰρ λόγον Αἰακοῦ
 
παίδων τὸν ἅπαντά μοι διελθεῖν.
 
Θεανδρίδαισι δʼ ἀεξιγυίων ἀέθλων
 
κάρυξ ἑτοῖμος ἔβαν
 
Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος, 75
 
ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
 
οὐ νέοντʼ ἄνευ στεφάνων, πάτραν ἵνʼ ἀκούομεν,
 
Τιμάσαρχε, τ εὰ ν ἐπινικίοισιν ἀοιδαῖς
 
πρόπολον ἔμμεναι. εἰ δέ τοι
← Önceki Şiir 4 · 4 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme