Thesauros Literature Lyric Poetry Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 4

 
γνώμαν κενεὰν σκότῳ κυλίνδει 40
 
χαμαὶ πετοῖσαν· ἐμοὶ δʼ ὁποίαν ἀρετὰν
 
ἔδωκε πότμος ἄναξ,
 
εὖ οἶδʼ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.
 
ἐξύφαινε, γλυκεῖα, καὶ τόδʼ αὐτίκα, φόρμιγξ,
 
Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον 45
 
Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει
 
ὁ Τελαμωνιάδας· ἀτὰρ
 
Αἴας Σαλαμῖνʼ ἔχει πατρῴαν·
 
ἐν δʼ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς
 
νᾶσον· Θέτις δὲ κρατεῖ 50
 
Φθίᾳ· Νεοπτόλεμος δʼ Ἀπείρῳ διαπρυσίᾳ,
 
βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται
 
Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.
 
Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν
 
πολεμίᾳ χερὶ προστραπὼν 55
 
Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν
 
δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις
 
τέχναισι χρησάμενος·
 
τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον
← Önceki Şiir 4 · 3 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme