Thesauros Literature Lyric Poetry Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 3

 
ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάν εο ς· οὐκέτι πρόσω 20
 
ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
 
ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
 
μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν
 
ὑπέροχος, διά τʼ ἐξερεύνασε τεναγέων
 
ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος, 25
 
καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν
 
ἄκραν ἐμὸν πλόον παραμείβ εαι ;
 
Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,
 
ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ἐσλὸς αἰνεῖν·
 
οὐδʼ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες· 30
 
οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες
 
type="unspecified" γλυκύ τι γαρυέμεν. παλαιαῖσι δʼ ἐν ἀρεταῖς
 
γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών·
 
ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,
 
καὶ ποντίαν Θέτιν κατέμαρψεν 35
 
ἐγκονητί. Λαομέδοντα δʼ εὐρυσθενὴς
 
Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν·
 
καί ποτε χαλκότοξον Ἀμαζόνων μετʼ ἀλκὰν
 
ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
← Önceki Şiir 3 · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme