Thesauros Literature Lyric Poetry Νεμεονῖκαι

Νεμεονῖκαι

Νεμεονῖκαι Pindar

Şiir 11

 
ἀγλααὶ νῖκαι πάτραν τʼ εὐώνυμον 20
 
ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.
 
ἐλπίδες δʼ ὀκνηρότεραι γονέων παιδὸς βίαν
 
ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.
 
ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ
 
καὶ παρʼ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου 25
 
κάλλιον ἂν δηριώντων ἐνόστησʼ ἀντιπάλων,
 
πενταετηρίδʼ ἑορτὰν Ἡρακλέος τέθμιον
 
κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις
 
ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι
 
ἐξ ἀγαθῶν ἔβαλον· τὸν δʼ αὖ καταμεμφθέντʼ ἄγαν 30
 
ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν
 
χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.
 
συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι
 
αἷμʼ ἀπὸ Σπάρτας· Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ,
 
Αἰολέων στρατιὰν χαλκεντέα δεῦρʼ ἀνάγων· 35
 
καὶ παρʼ Ἰσμηνοῦ ῥοὰν κεκραμένον
 
ἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δʼ ἀρεταὶ
 
ἀμφέροντʼ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος·
 
ἐν σχερῷ δʼ οὔτʼ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,
← Önceki Şiir 11 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme