Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 9

 
οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν 80
 
ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθʼ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος
 
σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος
 
κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.
 
τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων
 
ἐν μόναις ὠδῖσιν Ἀλκμήνα 85
 
διδύμων κρατησίμαχον σθένος υἱῶν.
 
κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,
 
μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα·
 
τοῖσι τέλειον ἐπʼ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν· Χαρίτων κελαδεννᾶν
 
μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ 90
 
φαμὶ Νίσου τʼ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδʼ εὐκλεΐξαι,
 
σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών·
 
οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γʼ ἐν ξυνῷ πεποναμένον εὖ
 
μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.
 
κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν 95
 
παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντʼ ἔννεπεν.
 
πλεῖστα νικάσαντά σε καὶ τελεταῖς
 
ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θʼ ὡς ἕκασται φίλτατον
 
παρθενικαὶ πόσιν ἢ
← Önceki Şiir 9 · 5 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme