Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 9

 
εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ 60
 
ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.
 
ταὶ δʼ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,
 
νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον
 
Ζῆνα καὶ ἁγνὸν Ἀπόλλωνʼ, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων,
 
Ἀγρέα καὶ Νόμιον, τοῖς δʼ Ἀρισταῖον καλεῖν. 65
 
ὣς ἄρʼ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν.
 
ὠκεῖα δʼ ἐπειγομένων ἤδη θεῶν
 
πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖνʼ ἆμαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν
 
ἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν
 
ἀμφέπει κλεινάν τʼ ἀέθλοις. 70
 
καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα
 
υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ·
 
ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται,
 
καλλιγύναικι πάτρᾳ
 
δόξαν ἱμερτὰν ἀγαγόντʼ ἀπὸ Δελφῶν. 75
 
ἀρεταὶ δʼ αἰεὶ μεγάλαι πολύμυθοι·
 
βαιὰ δʼ ἐν μακροῖσι ποικίλλειν,
 
ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως
 
παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον
← Önceki Şiir 9 · 4 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme