Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 9

 
Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς 40
 
αἰδέοντʼ, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς.
 
καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν,
 
ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δʼ ὁπόθεν γενεὰν
 
ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος
 
οἶσθα καὶ πάσας κελεύθους· 45
 
ὅσσα τε χθὼν ἠρινὰ φύλλʼ ἀναπέμπει, χὠπόσαι
 
ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι
 
κύμασιν ῥιπαῖς τʼ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθεν
 
ἔσσεται, εὖ καθορᾷς.
 
εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι, 50
 
ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαν
 
τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου
 
Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι·
 
ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις
 
νασιώταν ὄχθον ἐς ἀμφίπεδον· νῦν δʼ εὐρυλείμων πότνιά σοι Λιβύα 55
 
δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων· ἵνα οἱ χθονὸς αἶσαν
 
αὐτίκα συντελέθειν ἔννομον δωρήσεται,
 
οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτʼ ἀγνῶτα θηρῶν.
 
τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς
← Önceki Şiir 9 · 3 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme