Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 6

 
Pythian 6 ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ
 
ἀκούσατʼ· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας
 
ἄρουραν ἢ Χαρίτων
 
ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου
 
χθονὸς ἐς νάϊον προσοιχόμενοι·
 
Πυθιόνικος ἔνθʼ ὀλβίοισιν Ἐμμενίδαις 5
 
ποταμίᾳ τʼ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει
 
ἑτοῖμος ὕμνων
 
θησαυρὸς ἐν πολυχρύσῳ
 
Ἀπολλωνίᾳ τετείχισται νάπᾳ·
 
τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών, 10
 
ἐριβρόμου νεφέλας
 
στρατὸς ἀμείλιχος, οὔτʼ ἄνεμος ἐς μυχοὺς
 
ἁλὸς ἄξοισι παμφόρῳ χεράδει
 
τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ
 
πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ 15
 
λόγοισι θνατῶν
 
εὔδοξον ἅρματι νίκαν
 
Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ.
 
σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν
← Önceki bölüm Şiir 6 · 1 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme