Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 5

 
ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν, 100
 
ἀκούοντί που χθονίᾳ φρενί,
 
σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν
 
ἔνδικόν τʼ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων
 
πρέπει χρυς άο ρα Φοῖβον ἀπύειν,
 
ἔχοντα Πυθωνόθεν 105
 
τὸ καλλίνικον λυτήριον δαπανᾶν
 
μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.
 
λεγόμενον ἐρέω·
 
κρέσσονα μὲν ἁλικίας
 
νόον φέρβεται 110
 
γλῶσσάν τε· θάρσος δὲ τανύπτερος
 
ἐν ὄρνιξιν αἰετὸς ἔπλετο·
 
ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος·
 
ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,
 
πέφανταί θʼ ἁρματηλάτας σοφός· 115
 
ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,
 
τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν,
 
καὶ τὸ λοιπὸν ὁμοῖα , Κρονίδαι μάκαρες,
 
διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖς
← Önceki Şiir 5 · 6 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme