Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 5

 
Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν 80
 
Κυράνας ἀγακτιμέναν πόλιν·
 
ἔχοντι τὰν χαλκοχάρμαι ξένοι
 
Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον,
 
καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον
 
ἐν Ἄρει. τὸ δʼ ἐλάσιππον ἔθνος ἐνδυκέως 85
 
δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,
 
τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς
 
ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.
 
κτίσεν δʼ ἄλσεα μείζονα θεῶν,
 
εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις 90
 
ἀλεξιμβρότοις πεδιάδα πομπαῖς
 
ἔμμεν ἱππόκροτον
 
σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.
 
μάκαρ μὲν ἀνδρῶν μέτα
 
ἔναιεν, ἥρως δʼ ἔπειτα λαοσεβής. 95
 
ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν
 
βασιλέες ἱεροὶ
 
ἐντί, μεγάλαν δʼ ἀρετὰν
 
δρόσῳ μαλθακᾷ
← Önceki Şiir 5 · 5 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme