Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 5

 
Pythian 5 ΑΡΚΕΣΙΛΑι ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ
 
ὁ πλοῦτος εὐρυσθενής,
 
ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ
 
βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ
 
πολύφιλον ἑπέταν.
 
ὦ θεόμορʼ Ἀρκεσίλα, 5
 
σύ τοί νιν κλυτᾶς
 
αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο
 
σὺν εὐδοξίᾳ μετανίσεαι
 
ἕκατι χρυσαρμάτου Κάστορος·
 
εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν 10
 
καταιθύσσει μάκαιραν ἑστίαν.
 
σοφοὶ δέ τοι κάλλιον
 
φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.
 
σὲ δʼ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται·
 
τὸ μέν, ὅτι βασιλεὺς 15
 
ἐσσὶ μεγαλᾶν πολίων,
 
ἔχει συγγενὴς
 
ὀφθαλμὸς αἰδοιότατον γέρας
 
τεᾷ τοῦτο μιγνύμενον φρενί·
← Önceki bölüm Şiir 5 · 1 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme