Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 4

 
σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου 260
 
διανέμειν θεῖον Κυράνας
 
ὀρθόβουλον μῆτιν ἐφευρομένοις.
 
γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει
 
ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος·
 
καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περʼ αὐτᾶς, 265
 
εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον·
 
ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα
 
μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,
 
ἑὸν ἐρημώσαισα χῶρον.
 
ἐσσὶ δʼ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος· 270
 
χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.
 
ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις·
 
ἀλλʼ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας
 
εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται.
 
τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες. 275
 
τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.
 
τῶν δʼ Ὁμήρου καὶ τόδε συνθέμενος
 
ῥῆμα πόρσυνʼ· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν·
 
αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα
← Önceki Şiir 4 · 14 / 15 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme