Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 4

 
ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν· 180
 
καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων
 
Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν
 
νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.
 
τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα
 
ναὸς Ἀργοῦς, μή τινα λειπόμενον 185
 
τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντʼ, ἀλλʼ ἐπὶ καὶ θανάτῳ
 
φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.
 
ἐς δʼ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος,
 
λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ
 
μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς 190
 
Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δʼ ἐμβόλου
 
κρέμασαν ἀγκύρας ὕπερθεν,
 
χρυσέαν χείρεσσι λαβὼν φιάλαν
 
ἀρχὸς ἐν πρύμνᾳ πατέρʼ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους
 
κυμάτων ῥιπὰς ἀνέμων τʼ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους 195
 
ἄματά τʼ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν·
 
ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον
 
φθέγμα· λαμπραὶ δʼ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι·
 
ἀμπνοὰν δʼ ἥρωες ἔστασαν θεοῦ σάμασιν
← Önceki Şiir 4 · 10 / 15 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme