Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 3

 
λάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι 40
 
τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι
 
οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.
 
ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ
 
ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά·
 
καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι 45
 
πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
 
τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
 
ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι
 
ἢ χερμάδι τηλεβόλῳ,
 
ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων 50
 
ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,
 
τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν
 
φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.
 
ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
 
ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς 55
 
ἄνδρʼ ἐκ θανάτου κομίσαι
 
ἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
 
ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
 
χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,
← Önceki Şiir 3 · 3 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme