Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 3

 
Pythian 3 ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΚΕΛΗΤΙ
 
ἤθελον Χείρωνά κε Φιλλυρίδαν,
 
εἰ χρεὼν τοῦθʼ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,
 
ζώειν τὸν ἀποιχόμενον,
 
Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τʼ ἄρχειν Παλίου Φῆρʼ ἀγρότερον,
 
νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ 5
 
τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,
 
ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.
 
τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ
 
πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις
 
τόξοισιν ὕπʼ Ἀρτέμιδος, 10
 
εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δʼ οὐκ ἀλίθιος
 
γίνεται παίδων Διός. ἁ δʼ ἀποφλαυρίξαισά νιν
 
ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,
 
πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ,
 
καὶ φέροισα σπέρμα θεοῦ καθαρόν. 15
 
οὐδʼ ἔμεινʼ ἐλθεῖν τράπεζαν νυμφίαν
 
οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες
 
οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ
 
ἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοι
← Önceki bölüm Şiir 3 · 1 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme