Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 12

 
ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων 20
 
χριμφθέντα σὺν ἔντεσι μιμήσαιτʼ ἐρικλάγκταν γόον.
 
εὗρεν θεός· ἀλλά νιν εὑροῖσʼ ἀνδράσι θνατοῖς ἔχειν,
 
ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον,
 
εὐκλεᾶ λαοσσόων μναστῆρʼ ἀγώνων,
 
λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων, 25
 
τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων.
 
Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.
 
εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου
 
οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον
 
δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,—ἀλλʼ ἔσται χρόνος 30
 
οὗτος, ὃ καί τινʼ ἀελπτίᾳ βαλὼν
 
ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δʼ οὔπω.
← Önceki Şiir 12 · 2 / 2

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme