Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 10

 
ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας· 60
 
τῶν δʼ ἕκαστος ὀρούει,
 
τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός·
 
τὰ δʼ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι.
 
πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν
 
τόδʼ ἔζευξεν ἅρμα Πιερίδων τετράορον, 65
 
φιλέων φιλέοντʼ, ἄγων ἄγοντα προφρόνως.
 
πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει
 
καὶ νόος ὀρθός.
 
ἀδελφεοὺς Ἔτʼ ἐπαινήσομεν ἐσλούς, ὅτι
 
ὑψοῦ φέροντι νόμον Θεσσαλῶν 70
 
αὔξοντες· ἐν δʼ ἀγαθοῖσι κεῖνται
 
πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.
← Önceki Şiir 10 · 4 / 4 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme