Thesauros Literature Lyric Poetry Πυθιονῖκαι

Πυθιονῖκαι

Πυθιονῖκαι Pindar

Şiir 10

 
λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν 20
 
μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη
 
ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς,
 
ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις
 
τὰ μέγιστʼ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει,
 
καὶ ζώων ἔτι νεαρὸν 25
 
κατʼ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.
 
ὁ χάλκεος οὐρανὸς οὔ ποτʼ ἀμβατὸς αὐτῷ.
 
ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον
 
πλόον. ναυσὶ δʼ οὔτε πεζὸς ἰών κεν εὕροις
 
ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν. 30
 
παρʼ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,
 
δώματʼ ἐσελθών,
 
κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ
 
ῥέζοντας· ὧν θαλίαις ἔμπεδον
 
εὐφαμίαις τε μάλιστʼ Ἀπόλλων 35
 
χαίρει, γελᾷ θʼ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.
 
Μοῖσα δʼ οὐκ ἀποδαμεῖ
 
τρόποις ἐπὶ σφετέροισι· παντᾷ, δὲ χοροὶ παρθένων
 
λυρᾶν τε βοαὶ καναχαί τʼ αὐλῶν δονέονται·
← Önceki Şiir 10 · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme