Thesauros Literature Lyric Poetry Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 9

 
μὴ νῦν λαλάγει τὰ τοιαῦτʼ· ἔα πόλεμον μάχαν τε πᾶσαν 40
 
χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείας
 
ἄστει γλῶσσαν, ἵνʼ αἰολοβρόντα Διὸς αἴσᾳ
 
Πύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντε
 
δόμον ἔθεντο πρῶτον, ἄτερ δʼ εὐνᾶς ὁμόδαμον
 
κτισσάσθαν λίθινον γόνον· 45
 
λαοὶ δʼ ὀνύμασθεν.
 
ἔγειρʼ ἐπέων σφιν οἶμον λιγύν,
 
αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δʼ ὕμνων
 
νεωτέρων. λέγοντι μὰν
 
χθόνα μὲν κατακλύσαι μέλαιναν 50
 
ὕδατος σθένος, ἀλλὰ
 
Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας
 
ἄντλον ἑλεῖν. κείνων ἔσαν
 
χαλκάσπιδες ὑμέτεροι πρόγονοι
 
ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας 55
 
κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,
 
πρὶν Ὀλύμπιος ἁγεμὼν
 
θύγατρʼ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος
 
μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν
← Önceki Şiir 9 · 3 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme