Thesauros Literature Lyric Poetry Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 9

 
Λοκρῶν ἐπαείροντι ματέρʼ ἀγλαόδενδρον. 20
 
ἐγὼ δέ τοι φίλαν πόλιν
 
μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,
 
καὶ ἀγάνορος ἵππου
 
θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
 
ἀγγελίαν πέμψω ταύταν, 25
 
εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
 
ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον·
 
κεῖναι γὰρ ὤπασαν τὰ τέρπνʼ· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμονʼ ἄνδρες
 
ἐγένοντʼ· ἐπεὶ ἀντία
 
πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν, 30
 
ἁνίκʼ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν
 
ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων
 
Φοῖβος, οὐδʼ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,
 
βρότεα σώμαθʼ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν
 
θνᾳσκόντων; ἀπό μοι λόγον 35
 
τοῦτον, στόμα, ῥῖψον·
 
ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς
 
ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν
 
μανίαισιν ὑποκρέκει.
← Önceki Şiir 9 · 2 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme