Thesauros Literature Lyric Poetry Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 9

 
Olympian 9 ΕΦΑΡΜΟΣΤῼ ΟΠΟΥΝΤΙῼ ΠΑΛΑΙΣΤΗι
 
τὸ μὲν Ἀρχιλόχου μέλος
 
φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς,
 
ἄρκεσε Κρόνιον παρʼ ὄχθον ἁγεμονεῦσαι
 
κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·
 
ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων 5
 
Δία τε φοινικοστερόπαν σεμνόν τʼ ἐπίνειμαι
 
ἀκρωτήριον Ἄλιδος
 
τοιοῖσδε βέλεσσιν,
 
τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
 
ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας· 10
 
πτερόεντα δʼ ἵει γλυκὺν
 
Πυθώναδʼ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι
 
ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγʼ ἐλελίζων
 
κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν,
 
ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν 15
 
μεγαλόδοξος Εὐνομία, θάλλει δʼ ἀρεταῖσιν
 
σόν τε, Κασταλία, πάρα
 
Ἀλφεοῦ τε ῥέεθρον·
 
ὅθεν στεφάνων ἄωτοι κλυτὰν
← Önceki bölüm Şiir 9 · 1 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme