Thesauros Literature Lyric Poetry Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 7

 
Olympian 7 ΔΙΑΓΟΡΑι ΡΟΔΙῼ ΠΥΚΤΗι
 
φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν
 
ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
 
δωρήσεται
 
νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων,
 
συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλων 5
 
παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς·
 
καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις
 
ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,
 
ἱλάσκομαι,
 
Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν· ὁ δʼ ὄλβιος, ὃν φᾶμαι κατέχοντʼ ἀγαθαί. 10
 
ἄλλοτε δʼ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ
 
θαμὰ μὲν φόρμιγγι παμφώνοισί τʼ ἐν ἔντεσιν αὐλῶν.
 
καί νυν ὑπʼ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν
 
ὑμνέων παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,
 
εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρʼ Ἀλφεῷ στεφανωσάμενον 15
 
αἰνέσω πυγμᾶς ἄποινα
 
καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,
 
Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας
 
ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
← Önceki bölüm Şiir 7 · 1 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme