Thesauros Literature Lyric Poetry Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 14

 
Olympian 14 ΑΣΩΠΙΧῼ ΟΡΧΟΜΕΝΙῼ ΣΤΑΔΙΕΙ (παιδὶ Κλεοδάμου)
 
Καφισίων ὑδάτων
 
λαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν,
 
ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι
 
Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
 
κλῦτʼ, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ 5
 
τὰ γλυκέʼ ἄνεται πάντα βροτοῖς,
 
εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
 
οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
 
κοιρανέοισιν χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι
 
ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰ 10
 
Πύθιον Ἀπόλλωνα θρόνους,
 
ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
 
ὦ πότνιʼ Ἀγλαΐα
 
φιλησίμολπέ τʼ Εὐφροσύνα, θεῶν κρατίστου
 
παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε 15
 
ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπʼ εὐμενεῖ τύχᾳ
 
κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ
 
ἔν τε μελέταις ἀείδων ἔμολον,
 
οὕνεκʼ Ὀλυμπιόνικος ἁ Μινυεία
← Önceki bölüm Şiir 14 · 1 / 2 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme