Thesauros Literature Lyric Poetry Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 13

 
Olympian 13 ΧΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ
 
τρισολυμπιονίκαν
 
ἐπαινέων οἶκον ἅμερον ἀστοῖς,
 
ξένοισι δὲ θεράποντα, γνώσομαι
 
τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου
 
πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον. 5
 
ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές,
 
Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου,
 
χρύσεαι παῖδες εὐβούλου Θέμιτος·
 
ἐθέλοντι δʼ ἀλέξειν
 
Ὕβριν, Κόρου ματέρα θρασύμυθον. 10
 
ἔχω καλά τε φράσαι, τόλμα τέ μοι
 
εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
 
ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.
 
ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν
 
ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις, 15
 
πολλὰ δʼ ἐν καρδίαις ἀνδρῶν ἔβαλον
 
ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθʼ. ἅπαν δʼ εὑρόντος ἔργον.
 
ταὶ Διωνύσου πόθεν ἐξέφανεν
 
σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ·
← Önceki bölüm Şiir 13 · 1 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme