Thesauros Literature Lyric Poetry Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 12

 
Olympian 12 ΕΡΓΟΤΕΛΕΙ ΙΜΕΡΑΙῼ ΔΟΛΙΧΟΔΡΟΜῼ
 
λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,
 
Ἱμέραν εὐρυσθενέʼ ἀμφιπόλει, σώτειρα Τύχα.
 
τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ
 
νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι
 
κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν 5
 
πόλλʼ ἄνω, τὰ δʼ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντʼ ἐλπίδες·
 
σύμβολον δʼ οὔ πώ τις ἐπιχθονίων
 
πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν·
 
τῶν δὲ μελλόντων τετύφλωνται φραδαί.
 
πολλὰ δʼ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν, 10
 
ἔμπαλιν μὲν τέρψιος, οἱ δʼ ἀνιαραῖς
 
ἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ.
 
υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν,
 
ἐνδομάχας ἅτʼ ἀλέκτωρ, συγγόνῳ παρʼ ἑστίᾳ
 
ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν, 15
 
εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας.
 
νῦν δʼ Ὀλυμπία στεφανωσάμενος
 
καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τʼ, Ἐργότελες,
 
θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρʼ οἰκείαις ἀρούραις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme