Thesauros Literature Lyric Poetry Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι

Ὀλυμπιονῖκαι Pindar

Şiir 11

 
Olympian 11 ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΨΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤΗι
 
ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα
 
χρῆσις, ἔστιν δʼ οὐρανίων ὑδάτων,
 
ὀμβρίων παίδων νεφέλας.
 
εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι
 
ὑστέρων ἀρχὰ λόγων 5
 
τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.
 
ἀφθόνητος δʼ αἶνος Ὀλυμπιονίκαις
 
οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα
 
γλῶσσα ποιμαίνειν ἐθέλει·
 
ἐκ θεοῦ δʼ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως. 10
 
ἴσθι νῦν, Ἀρχεστράτου
 
παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν
 
κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας
 
ἁδυμελῆ κελαδήσω,
 
Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων. 15
 
ἔνθα συγκωμάξατʼ· ἐγγυάσομαι
 
ὔμμιν, ὦ Μοῖσαι, φυγόξενον στρατὸν
 
μηδʼ ἀπείρατον καλῶν,
 
ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι. τὸ γὰρ
← Önceki bölüm Şiir 11 · 1 / 2 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme