metapurgion
Λυσίας ἐν τῷ περὶ τῶν ἰδίων εὐεργεσιῶν. τὸ ἐν μέσῳ οἰκοδόμημα τῶν ἐπὶ τοῦ τείχους πύργων μεταπύργιον ἐλέγετο. οὕτω καὶ Θουκυδίδης πολλάκις, ὥσπερ ἐν τῇ γ.
ΜΕΤΟΙΚΙΟΝ
metoikion
Ὑπερείδης ἐν τῷ κατ’ Ἀρισταγόρας. μέτοικος μέν ἐστιν ὁ ἐξ ἑτέρας πόλεως μετοικῶν ἐν ἑτέρᾳ καὶ μὴ πρὸς ὀλίγον ὡς ξένος ἐπιδημῶν, ἀλλὰ τὴν οἴκησιν αὐτόθι καταστησάμενος. ἐδίδοντο δὲ ὑπ’ αὐτῶν καθ’ ἕκαστον ἔτος δραχμαὶ ιβ, ὅπερ ὠνόμαστο μετοίκιον, ὡς δηλοῖ Εὔβουλος ἐν τῇ Πλαγγόνι. Ἰσαῖος δ’ ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους ὑποσημαίνει ὅτι ὁ μὲν ἀνὴρ ιβ δραχμὰς ἐτέλει μετοίκιον, ἡ δὲ γυνὴ ς, καὶ ὅτι τοῦ υἱοῦ τελοῦντος ἡ μήτηρ οὐκ ἐτέλει· μὴ τελοῦντος δ’ ἐκείνου αὐτὴ τελεῖ. ὅτι δὲ καὶ οἱ δοῦλοι ἀφεθέντες ὑπὸ τῶν δεσποτῶν ἐτέλουν τὸ μετοίκιον ἄλλοι τε τῶν κωμικῶν δεδηλώκασι καὶ Ἀριστομένης. Μένανδρος δ’ ἐν Ἀνατιθεμένῃ καὶ ἐν Διδύμαις πρὸς ταῖς ιβ δραχμαῖς καὶ τριώβολόν φησι τούτους τελεῖν, ἴσως τῷ τελώνῃ. οἱ μέντοι μὴ τιθέντες τὸ μετοίκιον μέτοικοι ἀπήγοντο πρὸς τοὺς πωλητὰς, καὶ εἰ ἑάλωσαν ἐπιπράσκοντο, ὥς φησι Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος. ἐνεβίβαζον δὲ καὶ εἰς τὰς ναῦς τοὺς μετοίκους, ὡς ὁ αὐτὸς ῥήτωρ ἐν Φιλιππικοῖς δηλοῖ. ἐκάλουν δὲ οἱ κωμικοὶ σκαφέας τοὺς μετοίκους, ἐπεὶ ἐν ταῖς πομπαῖς τὰς σκάφας ἐκόμιζον οὗτοι.
ΜΕΤΟΙΩΝΙΣΑΣΘΑΙ
metoionisasthai
ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνὸν Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους.
ΜΕΤΡΟΝΟΜΟΙ