Thesauros Literature hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
Bölümler
Metin 1–142

Metin

 
ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι· 100
 
ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
 
ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
 
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
 
ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε λίνα,
 
ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ, 105
 
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
 
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
 
πόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
 
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
 
καὶ τῆνος μεγάλας σύνδρομος Ἀτέμιδος 110
 
ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι
 
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
 
ὁπ πόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετρά
 
δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
 
τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ 115
 
λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·
 
ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
 
ἐξ ὀρέων ἀλαὸν παῖδʼ ἀποδεξαμέναν.
 
ὦ ἑτάρα, τῶι μή τι μινύρεο· τῶιδε γὰρ ἄλλα
← Önceki Metin · 6 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme