Thesauros Literature hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
Bölümler
Metin 1–142

Metin

 
ἢ ʼπὶ Κορωνείας ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
 
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
 
ἢ ʼπὶ Κορωνείας, There is much uncertainty about the text here. We assume a very bold epanaphora. ἵνα οἱ τεθυωμένον ἄλσος
 
καὶ βωμοὶ ποταμῷ κεῖντʼ ἐπὶ Κωραλίῳ·
 
πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω, 65
 
οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
 
ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
 
ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,
 
καίπερ Ἀθαναίᾳ καταθύμιον ἔσσαν ἑταίραν.
 
δή ποκα ποτε MSS. γὰρ πέπλων λυσαμένα περόνας 70
 
ἵππω ἐπὶ κράνᾳ Ἑλικωνίδι καλὰ ῥεοίσᾳ
 
λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
 
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
 
πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
 
Τειρεσίας δʼ ἔτι μῶνος μοῦνος MSS. ἁμᾶ κυσὶν ἄρτι γένεια 75
 
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
 
διψάσας δʼ ἄφατόν τι ποτὶ ῥόον ἤλυθε κράνας,
 
σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·
 
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
 
τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον, 80
← Önceki Metin · 4 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme