Thesauros Literature hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
Bölümler
Metin 1–142

Metin

 
ἔβλεψεν δίναν ἐς διαφαινομέναν· 20
 
οὐδʼ Ήρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
 
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
 
ἃ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
 
οἷα παρʼ Εὐρώται τοὶ Λακεδαιμόνιοι
 
ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα 25
 
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
 
ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
 
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
 
τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,
 
ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης· 30
 
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
 
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
 
ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
 
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν·
 
ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς, 35
 
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον·
 
Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
 
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
 
δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα
← Önceki Metin · 2 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme