Thesauros Literature hymns εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος

εἰς Λουτρά τῆς Παλλάδος Callimachus
Bölümler
Metin 1–142

Metin

 
ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
 
ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
 
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν ἕρπει MSS.
 
σοῦσθέ νυν, ὦ ξανθαί, σοῦσθε Πελασγιάδες.
 
οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις 5
 
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
 
οὐδʼ ὅκα δὴ λύθρῳ πεπαλαγμένα πάντα φέροισα
 
τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων,
 
ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων
 
λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ 10
 
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
 
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
 
ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως
 
συρίγγων ἀίω φθόγγον ὑπαξονίων ὑπαξόνιον e; ὑπ’ ἀξονίων Schneider.,
 
μὴ μύρα λωτροχόοι τᾷ Παλλάδι μηδʼ ἀλαβάστρως 15
 
(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
 
οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας
 
οὐδʼ ὅκα τὰν Ἴδᾳ Ἴδαν MSS.; corr. Bentley. Φρὺξ ἐδίκαζεν ἔριν,
 
οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε οὐδ’ . . . οὐδὲ MSS.; corr. Meineke. Σιμοῦντος
 
ἔβλεψεν δίναν ἐς διαφαινομέναν· 20
Metin · 1 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme