Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον, 160
 
ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
 
ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε ʼμὴ σύ γε μῆτερ
 
τῆι με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
 
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·
 
ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος 165
 
ἐστί, Σαωτήρων ὕπατον γένος· ὧι ὑπὸ μίτρην
 
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
 
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
 
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
 
ἠέλιον φορέουσιν· ὃ δʼ εἴσεται ἤθεα πατρός. 170
 
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
 
ὕστερον, ὁππότʼ ἂν οἳ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν
 
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
 
ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος
 
ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι 175
 
τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,
 
φρούρια καὶ
 
καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι
 
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν
← Önceki Metin · 9 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme