Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
 
ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε μὴ σύ γε, μῆτερ,
 
τῇ με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
 
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·
 
ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος 165
 
ἐστί, Σαωτήρων ὕπατον γένος· ᾧ ὑπὸ μίτρην
 
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
 
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
 
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
 
ἠέλιον φορέουσιν· ὁ δʼ εἴσεται ἤθεα πατρός. 170
 
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
 
ὕστερον, ὁππότʼ ἂν οἱ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν
 
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
 
ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος
 
ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι 175
 
τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,
 
φρούρια καὶ κῶμαι Λοκρῶν καὶ Δελφίδες ἄκραι
 
καὶ πεδία Κρισσαῖα καὶ ἠπείροιο φάραγγεςThe best MSS. and the Aldine (1513) have only φρούρια καὶ (177) and καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι (178). The words in brackets are a worthless attempt to supply the lacunae and are found only in the late and inferior MSS. (Schneider' s LMNO).
 
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν καρπὸν MSS.; corr. Reiske.
 
γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῇ, 180
← Önceki Metin · 9 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme