Metin
Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβραμεν ἦχος.
140
ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
θερμάστραι τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης
ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
145
καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·
τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο·
Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,
εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ʼσώιζεο χαίρων,
150
σώιζεο· μὴ σύ γʼ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε
ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβήʼ.
ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
εἰναλίας· αἳ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
155
οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
Ἶρις ἐπεὶ πάσηισιν ἐφʼ ὑψηλοῖο Μίμαντος
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δʼ ὑπʼ ὀμοκλῆς
πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι.