Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
 
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
 
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
 
θερμάστραι θερμάστραι Hesychius; θερμαύστραι. τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης
 
ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες 145
 
καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·
 
τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο.
 
Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως
 
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,
 
εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο σῴζεο χαίρων, 150
 
σῴζεο· μὴ σύ γʼ ἐμεῖο πάθῃς κακὸν εἵνεκα τῆσδε
 
ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβή.
 
ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
 
εἰναλίας· αἱ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
 
οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι, 155
 
οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
 
Ἶρις ἐπεὶ πάσῃσιν ἐφʼ ὑψηλοῖο Μίμαντος
 
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἱ δʼ ὑπʼ ὁμοκλῆς
 
πανσυδίῃ φοβέοντο κατὰ ῥόον ἥντινα τέτμοι.
 
ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον, 160
← Önceki Metin · 8 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme