Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
 
Λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
 
πότνια σὰς ὠδῖνας ἀναίνομαι· οἶδα καὶ ἄλλας
 
λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδας· ἀλλά μοι Ἥρη
 
δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος 125
 
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
 
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
 
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
 
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
 
διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν 130
 
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
 
ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.
 
εἶπε καὶ ἠρώησε μέμαν ῥόον. ἀλλά οἱ Ἄρης
 
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
 
ἐμβαλέειν δίνῃσιν, ἀποκρύψαι δὲ ῥέεθρα· 135
 
ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῇ
 
δούρατος· ἡ δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης
 
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
 
ἐσχατιαὶ Πίνδοιο, φόβῳ δʼ ὠρχήσατο πᾶσα
 
Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβρεμεν ἔβρεμεν e; ἔβραμεν A; ἔβραχεν other MSS. ἦχος. 140
← Önceki Metin · 7 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme