Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
 
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
 
ἂψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος
 
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
 
φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων. 105
 
Ἥρη, σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
 
οὐδὲ κατεκλάσθης τε καὶ ᾤκτισας, ἡνίκα πήχεις
 
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
 
Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρὶ
 
κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείῳ 110
 
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
 
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
 
ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
 
ἦ ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπʼ ἐμεῖο
 
μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι 115
 
σήμερον ἐξαπίνης;" ὁ δʼ ἀνήκοος. "ὦ ἐμὸν ἄχθος,
 
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
 
Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
 
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
 
ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι. 120
← Önceki Metin · 6 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme