Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
 
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
 
ἦ ῥʼ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
 
νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
 
νύμφαι δʼ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα. 85
 
ταῖς μὲν ἔτʼ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
 
φθέγξατο δʼ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβῃ·
 
Θήβη, τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
 
μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι.
 
οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη, 90
 
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο
 
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
 
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·
 
ἀλλʼ ἔμπης ἐρέω τι τομώτερον ἢ ἀπὸ δάφνης.
 
φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων 95
 
τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικὸς
 
ἔλλαχεσ. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρὼν
 
ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην.
 
ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
 
ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες 100
← Önceki Metin · 5 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme